ΚΑΛΩΣΟΡΙΣΜΑ

Χριστὸς ἀνέστη ἐκ νεκρῶν,
θανάτῳ θάνατον πατήσας,
καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Μηδείς θρηνείτω πενίαν· ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία.
Μηδεὶς ὀδυρέσθω πταίσματα· συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε.
Μηδεὶς φοβείσθω θάνατον· ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος.

Ἔλαβε σῶμα, καὶ Θεῷ περιέτυχεν.
Ἔλαβε γῆν, καὶ συνήντησεν οὐρανῷ.
Ἔλαβεν, ὅπερ ἔβλεπε, καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου θάνατε τὸ κέντρον; ποῦ σου ᾍδη τὸ νῖκος;
Ἀνέστη Χριστός, καὶ σὺ καταβέβλησαι.
Ἀνέστη Χριστὸς καὶ πεπτώκασι δαίμονες.
Ἀνέστη Χριστός, καὶ χαίρουσιν Ἄγγελοι.
Ἀνέστη Χριστός, καὶ ζωὴ πολιτεύεται.
Ἀνέστη Χριστός, καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος.
Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν.

        Δείτε και ακούστε περισσότερα στο αφιέρωμα για το Πάσχα (2012).